Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- τῷ βουλομένῳ γε κατὰ τὸν ἐν πεττοῖς νόμον.
- ἀλλʼ οὐδὲ δειπνεῖς κατὰ τὸν ἐν πεττοῖς νόμον.
- οὐκ οἶδʼ ὅ τι λέγεις· τηνδεδί μοι κρουστέον.
- ὅταν γε κρούσῃς τὴν ἐμὴν πρῶτον θύραν.
- ἀλλʼ οὐχὶ νυνὶ κρησέραν αἰτούμεθα.
- οἶδʼ ὅτι φιλοῦμαι· νῦν δὲ θαυμάζεις ὅτι
- θύρασί μʼ ηὗρες· ἀλλὰ πρόσαγε τὸ στόμα.
- ἀλλʼ ὦ μέλʼ ὀρρωδῶ τὸν ἐραστήν σου.
- τίνα;
- τὸν τῶν γραφέων ἄριστον.
- οὗτος δʼ ἔστι τίς;
- ὃς τοῖς νεκροῖσι ζωγραφεῖ τὰς ληκύθους.
- ἀλλʼ ἄπιθʼ, ὅπως μή σʼ ἐπὶ θύραισιν ὄψεται.
- οἶδʼ οἶδʼ ὅ τι βούλει.
- καὶ γὰρ ἐγώ σε νὴ Δία.
- μὰ τὴν Ἀφροδίτην ἥ μʼ ἔλαχε κληρουμένη,
- μὴ ʼγώ σʼ ἀφήσω.
- παραφρονεῖς ὦ γρᾴδιον.
- ληρεῖς· ἐγὼ δʼ ἄξω σʼ ἐπὶ τἀμὰ στρώματα.
- τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνούμεθα,