Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἐξὸν καθέντα γρᾴδιον τοιουτονὶ
- ἐκ τῶν φρεάτων τοὺς κάδους ξυλλαμβάνειν;
- μὴ σκῶπτέ μʼ ὦ τάλαν ἀλλʼ ἕπου δεῦρʼ ὡς ἐμέ.
- ἀλλʼ οὐκ ἀνάγκη μοὐστίν, εἰ μὴ τῶν ἐμῶν
- τὴν πεντακοσιοστὴν κατέθηκας τῇ πόλει.
- νὴ τὴν Ἀφροδίτην δεῖ γε μέντοι σʼ. ὡς ἐγὼ
- τοῖς τηλικούτοις ξυγκαθεύδουσʼ ἥδομαι.
- ἐγὼ δὲ ταῖς γε τηλικαύταις ἄχθομαι,
- κοὐκ ἂν πιθοίμην οὐδέποτʼ.
- ἀλλὰ νὴ Δία
- ἀναγκάσει τουτί σε.
- τοῦτο δʼ ἔστι τί;
- ψήφισμα, καθʼ ὅ σε δεῖ βαδίζειν ὡς ἐμέ.
- λέγʼ αὐτὸ τί ποτε κἄστι.
- καὶ δή σοι λέγω.
- ἔδοξε ταῖς γυναιξίν, ἢν ἀνὴρ νέος
- νέας ἐπιθυμῇ, μὴ σποδεῖν αὐτὴν πρὶν ἂν
- τὴν γραῦν προκρούσῃ πρῶτον· ἢν δὲ μὴ ʼθέλῃ
- πρότερον προκρούειν ἀλλʼ ἐπιθυμῇ τῆς νέας,
- ταῖς πρεσβυτέραις γυναιξὶν ἔστω τὸν νέον