Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἄνοιξον ἀσπάζου με·
  2. διά τοι σὲ πόνους ἔχω.
Νεανίας
  1. ὦ χρυσοδαίδαλτον ἐμὸν μέλημα, Κύπριδος ἔρνος,
  2. μέλιττα Μούσης, Χαρίτων θρέμμα, Τρυφῆς πρόσωπον,
  3. ἄνοιξον ἀσπάζου με·
  4. διά τοι σὲ πόνους ἔχω.
Γραῦς Α
  1. οὗτος τί κόπτεις; μῶν ἐμὲ ζητεῖς;
Νεανίας
  1. πόθεν;
Γραῦς Α
  1. καὶ τὴν θύραν γʼ ἤραττες.
Νεανίας
  1. ἀποθάνοιμʼ ἄρα.
Γραῦς Α
  1. τοῦ δαὶ δεόμενος δᾷδʼ ἔχων ἐλήλυθας;
Νεανίας
  1. Ἀναφλύστιον ζητῶν τινʼ ἄνθρωπον.
Γραῦς Α
  1. τίνα;
Νεανίας
  1. οὐ τὸν Σεβῖνον, ὃν σὺ προσδοκᾷς ἴσως.
Γραῦς Α
  1. νὴ τὴν Ἀφροδίτην, ἤν τε βούλῃ γʼ ἤν τε μή.
Νεανίας
  1. ἀλλʼ οὐχὶ νυνὶ τὰς ὑπερεξηκοντέτεις
  2. εἰσάγομεν, ἀλλʼ εἰσαῦθις ἀναβεβλήμεθα.
  3. τὰς ἐντὸς εἴκοσιν γὰρ ἐκδικάζομεν.
Γραῦς Α
  1. ἐπὶ τῆς προτέρας ἀρχῆς γε ταῦτʼ ἦν ὦ γλύκων·
  2. νυνὶ δὲ πρῶτον εἰσάγειν ἡμᾶς δοκεῖ.