Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἀποθάνοιμʼ ἄρα.
- τοῦ δαὶ δεόμενος δᾷδʼ ἔχων ἐλήλυθας;
- Ἀναφλύστιον ζητῶν τινʼ ἄνθρωπον.
- τίνα;
- οὐ τὸν Σεβῖνον, ὃν σὺ προσδοκᾷς ἴσως.
- νὴ τὴν Ἀφροδίτην, ἤν τε βούλῃ γʼ ἤν τε μή.
- ἀλλʼ οὐχὶ νυνὶ τὰς ὑπερεξηκοντέτεις
- εἰσάγομεν, ἀλλʼ εἰσαῦθις ἀναβεβλήμεθα.
- τὰς ἐντὸς εἴκοσιν γὰρ ἐκδικάζομεν.
- ἐπὶ τῆς προτέρας ἀρχῆς γε ταῦτʼ ἦν ὦ γλύκων·
- νυνὶ δὲ πρῶτον εἰσάγειν ἡμᾶς δοκεῖ.