Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τῷ βουλομένῳ γε κατὰ τὸν ἐν πεττοῖς νόμον.
Γραῦς Α
  1. ἀλλʼ οὐδὲ δειπνεῖς κατὰ τὸν ἐν πεττοῖς νόμον.
Νεανίας
  1. οὐκ οἶδʼ ὅ τι λέγεις· τηνδεδί μοι κρουστέον.
Γραῦς Α
  1. ὅταν γε κρούσῃς τὴν ἐμὴν πρῶτον θύραν.
Νεανίας
  1. ἀλλʼ οὐχὶ νυνὶ κρησέραν αἰτούμεθα.
Γραῦς Α
  1. οἶδʼ ὅτι φιλοῦμαι· νῦν δὲ θαυμάζεις ὅτι
  2. θύρασί μʼ ηὗρες· ἀλλὰ πρόσαγε τὸ στόμα.
Νεανίας
  1. ἀλλʼ ὦ μέλʼ ὀρρωδῶ τὸν ἐραστήν σου.
Γραῦς Α
  1. τίνα;
Νεανίας
  1. τὸν τῶν γραφέων ἄριστον.
Γραῦς Α
  1. οὗτος δʼ ἔστι τίς;