Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- καὶ ταῦτα μέντοι μετρίως πρὸς τὴν ἐμὴν ἀνάγκην
- εἰρημένʼ ἐστίν. σὺ δέ μοι, φίλτατον, ὢ ἱκετεύω,
- ἄνοιξον ἀσπάζου με·
- διά τοι σὲ πόνους ἔχω.
- ὦ χρυσοδαίδαλτον ἐμὸν μέλημα, Κύπριδος ἔρνος,
- μέλιττα Μούσης, Χαρίτων θρέμμα, Τρυφῆς πρόσωπον,
- ἄνοιξον ἀσπάζου με·
- διά τοι σὲ πόνους ἔχω.
- οὗτος τί κόπτεις; μῶν ἐμὲ ζητεῖς;
- πόθεν;
- καὶ τὴν θύραν γʼ ἤραττες.