Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- πάνυ γάρ τις ἔρως με δονεῖ
- τῶνδε τῶν σῶν βοστρύχων.
- ἄτοπος δʼ ἔγκειταί μοί τις
- πόθος, ὅς με διακναίσας ἔχει.
- μέθες, ἱκνοῦμαί σʼ Ἔρως,
- καὶ ποίησον τόνδʼ ἐς εὐνὴν
- τὴν ἐμὴν ἱκέσθαι.
- δεῦρο δὴ δεῦρο δή,
- καὶ σύ μοι καταδραμοῦσα
- τὴν θύραν ἄνοιξον
- τήνδʼ· εἰ δὲ μή, καταπεσὼν κείσομαι.
- φίλον, ἀλλʼ ἐν τῷ σῷ
- βούλομαι κόλπῳ πληκτίζεσθαι
- μετὰ τῆς σῆς πυγῆς.
- Κύπρι τί μʼ ἐκμαίνεις ἐπὶ ταύτῃ;
- μέθες, ἱκνοῦμαί σʼ Ἔρως,
- καὶ ποίησον τήνδʼ ἐς εὐνὴν
- τὴν ἐμὴν ἱκέσθαι.
- καὶ ταῦτα μέντοι μετρίως πρὸς τὴν ἐμὴν ἀνάγκην
- εἰρημένʼ ἐστίν. σὺ δέ μοι, φίλτατον, ὢ ἱκετεύω,