Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. δεῦρο δὴ δεῦρο δή,
  2. καὶ σύ μοι καταδραμοῦσα
  3. τὴν θύραν ἄνοιξον
  4. τήνδʼ· εἰ δὲ μή, καταπεσὼν κείσομαι.
  5. φίλον, ἀλλʼ ἐν τῷ σῷ
  6. βούλομαι κόλπῳ πληκτίζεσθαι
  7. μετὰ τῆς σῆς πυγῆς.
  8. Κύπρι τί μʼ ἐκμαίνεις ἐπὶ ταύτῃ;
  9. μέθες, ἱκνοῦμαί σʼ Ἔρως,
  10. καὶ ποίησον τήνδʼ ἐς εὐνὴν
  11. τὴν ἐμὴν ἱκέσθαι.