Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- δεῦρο δὴ δεῦρο δή,
- φίλον ἐμόν, δεῦρό μοι
- πρόσελθε καὶ ξύνευνος
- τὴν εὐφρόνην ὅπως ἔσει.
- πάνυ γάρ τις ἔρως με δονεῖ
- τῶνδε τῶν σῶν βοστρύχων.
- ἄτοπος δʼ ἔγκειταί μοί τις
- πόθος, ὅς με διακναίσας ἔχει.
- μέθες, ἱκνοῦμαί σʼ Ἔρως,
- καὶ ποίησον τόνδʼ ἐς εὐνὴν
- τὴν ἐμὴν ἱκέσθαι.