Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὁ δῆμος ὢν κἄπειθʼ ὑπερβαίνουσά τις
  2. ἀναβαλλομένη δείξειε τὸν Φορμίσιον.
  3. ἢν δʼ ἐγκαθεζώμεσθα πρότεραι, λήσομεν
  4. ξυστειλάμεναι θαἰμάτια· τὸν πώγωνά τε
  5. ὅταν καθῶμεν ὃν περιδησόμεσθʼ ἐκεῖ,
  6. τίς οὐκ ἂν ἡμᾶς ἄνδρας ἡγήσαιθʼ ὁρῶν;
Γυνὴ Α
  1. Ἀγύρριος γοῦν τὸν Προνόμου πώγωνʼ ἔχων
  2. λέληθε· καίτοι πρότερον ἦν οὗτος γυνή·
  3. νυνὶ δʼ, ὁρᾷς, πράττει τὰ μέγιστʼ ἐν τῇ πόλει.
Πραξάγορα
  1. τούτου γε τοίνυν τὴν ἐπιοῦσαν ἡμέραν
  2. τόλμημα τολμῶμεν τοσοῦτον οὕνεκα,
  3. ἤν πως παραλαβεῖν τῆς πόλεως τὰ πράγματα
  4. δυνώμεθʼ, ὥστʼ ἀγαθόν τι πρᾶξαι τὴν πόλιν·
  5. νῦν μὲν γὰρ οὔτε θέομεν οὔτʼ ἐλαύνομεν.
Γυνὴ Α
  1. καὶ πῶς γυναικῶν θηλύφρων ξυνουσία
  2. δημηγορήσει;
Πραξάγορα
  1. πολὺ μὲν οὖν ἄριστά που.
  2. λέγουσι γὰρ καὶ τῶν νεανίσκων ὅσοι
  3. πλεῖστα σποδοῦνται, δεινοτάτους εἶναι λέγειν·
  4. ἡμῖν δʼ ὑπάρχει τοῦτο κατὰ τύχην τινά.