Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- τὸ τοῦ Λαμίου τουτὶ καθεύδοντος λάθρᾳ.
- τοῦτʼ ἔστʼ ἐκείνων τῶν σκυτάλων ὧν πέρδεται.
- νὴ τὸν Δία τὸν σωτῆρʼ ἐπιτήδειός γʼ ἂν ἦν
- τὴν τοῦ πανόπτου διφθέραν ἐνημμένος
- εἴπερ τις ἄλλος βουκολεῖν τὸ δήμιον.
- ἀλλʼ ἄγεθʼ ὅπως καὶ τἀπὶ τούτοις δράσομεν,
- ἕως ἔτʼ ἐστὶν ἄστρα κατὰ τὸν οὐρανόν·
- ἡκκλησία δʼ, εἰς ἣν παρεσκευάσμεθα
- ἡμεῖς βαδίζειν, ἐξ ἕω γενήσεται.
- νὴ τὸν Δίʼ ὥστε δεῖ σε καταλαβεῖν ἕδρας
- ὑπὸ τῷ λίθῳ τῶν πρυτάνεων καταντικρύ.
- ταυτί γέ τοι νὴ τὸν Δίʼ ἐφερόμην, ἵνα
- πληρουμένης ξαίνοιμι τῆς ἐκκλησίας.
- πληρουμένης τάλαινα;
- νὴ τὴν Ἄρτεμιν
- ἔγωγε. τί γὰρ ἂν χεῖρον ἀκροῴμην ἄρα
- ξαίνουσα; γυμνὰ δʼ ἐστί μου τὰ παιδία.
- ἰδού γέ σε ξαίνουσαν, ἣν τοῦ σώματος
- οὐδὲν παραφῆναι τοῖς καθημένοις ἔδει.
- οὐκοῦν καλά γʼ ἂν πάθοιμεν, εἰ πλήρης τύχοι