Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. οὐκ οἶδα· δεινὸν δʼ ἐστὶν ἡ μὴ ʼμπειρία.
Πραξάγορα
  1. οὐκοῦν ἐπίτηδες ξυνελέγημεν ἐνθάδε,
  2. ὅπως προμελετήσωμεν ἁκεῖ δεῖ λέγειν.
  3. οὐκ ἂν φθάνοις τὸ γένειον ἂν περιδουμένη
  4. ἄλλαι θʼ ὅσαι λαλεῖν μεμελετήκασί που.
Γυνὴ Α
  1. τίς δʼ ὦ μέλʼ ἡμῶν οὐ λαλεῖν ἐπίσταται;
Πραξάγορα
  1. ἴθι δὴ σὺ περιδοῦ καὶ ταχέως ἀνὴρ γενοῦ·
  2. ἐγὼ δὲ θεῖσα τοὺς στεφάνους περιδήσομαι
  3. καὐτὴ μεθʼ ὑμῶν, ἤν τί μοι δόξῃ λέγειν.
Γυνὴ Α
  1. δεῦρʼ ὦ γλυκυτάτη Πραξαγόρα, σκέψαι τάλαν
  2. ὡς καὶ καταγέλαστον τὸ πρᾶγμα φαίνεται.
Πραξάγορα
  1. πῶς καταγέλαστον;
Γυνὴ Α
  1. ὥσπερ εἴ τις σηπίαις
  2. πώγωνα περιδήσειεν ἐσταθευμέναις.
Πραξάγορα
  1. ὁ περιστίαρχος, περιφέρειν χρὴ τὴν γαλῆν.
  2. πάριτʼ ἐς τὸ πρόσθεν. Ἀρίφραδες παῦσαι λαλῶν.
  3. κάθιζε παριών. τίς ἀγορεύειν βούλεται;
Γυνὴ Α
  1. ἐγώ.
Πραξάγορα
  1. περίθου δὴ τὸν στέφανον τύχἀγαθῇ.
Γυνὴ Α
  1. ἰδού.