Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- δείξει τάχʼ αὐτός, ὡς ἔγωγʼ ἀπέρχομαι.
- κἄγωγʼ, ἵνα γνῷς ὡς πολύ σου μεῖζον φρονῶ.
- εἴθʼ ἐξῆν παρὰ τῇ νέᾳ καθεύδειν,
- καὶ μὴ δʼει πρότερον διασποδῆσαι
- ἀνάσιμον ἢ πρεσβυτέραν·
- οὐ γὰρ ἀνασχετὸν τοῦτό γʼ ἐλευθέρῳ.
- οἰμώζων ἄρα νὴ Δία σποδήσεις.
- οὐ γὰρ τἀπὶ Χαριξένης τάδʼ ἐστίν.
- κατὰ τὸν νόμον ταῦτα ποιεῖν
- ἔστι δίκαιον, εἰ δημοκρατούμεθα.
- ἀλλʼ εἶμι τηρήσουσʼ ὅ τι καὶ δράσει ποτέ.
- εἴθʼ ὦ θεοὶ λάβοιμι τὴν καλὴν μόνην,
- ἐφʼ ἣν πεπωκὼς ἔρχομαι πάλαι ποθῶν.
- ἐξηπάτησα τὸ κατάρατον γρᾴδιον·
- φρούδη γάρ ἐστιν οἰομένη μʼ ἔνδον μένειν.
- ἀλλʼ οὑτοσὶ γὰρ αὐτὸς οὗ ʼμεμνήμεθα.
- δεῦρο δὴ δεῦρο δή,
- φίλον ἐμόν, δεῦρό μοι
- πρόσελθε καὶ ξύνευνος
- τὴν εὐφρόνην ὅπως ἔσει.