Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὥραν οὐκ ἀπολεῖς οὐδʼ ἀπολήψει.
- ᾆδʼ ὁπόσα βούλει καὶ παράκυφθʼ ὥσπερ γαλῆ·
- οὐδεὶς γὰρ ὡς σὲ πρότερον εἴσεισʼ ἀντʼ ἐμοῦ.
- οὔκουν ἐπʼ ἐκφοράν γε.
- καινόν γʼ ὦ σαπρά.
- οὐ δῆτα.
- τί γὰρ ἂν γραῒ καινά τις λέγοι;
- οὐ τοὐμὸν ὀδυνήσει σε γῆρας.
- ἀλλὰ τί;
- ἥγχουσα μᾶλλον καὶ τὸ σὸν ψιμύθιον;
- τί μοι διαλέγει;
- σὺ δὲ τί διακύπτεις;
- ἐγώ;
- ᾄδω πρὸς ἐμαυτὴν Ἐπιγένει τὠμῷ φίλῳ.
- σοὶ γὰρ φίλος τίς ἐστιν ἄλλος ἢ Γέρης;
- δείξει γε καὶ σοί. τάχα γὰρ εἶσιν ὡς ἐμέ.
- ὁδὶ γὰρ αὐτός ἐστιν.
- οὐ σοῦ γʼ ὦλεθρε
- δεόμενος οὐδέν.
- νὴ Δίʼ ὦ φθίνυλλα σὺ