Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τό τʼ ἐπίκλιντρον ἀποβάλοιο
  2. βουλομένη σποδεῖσθαι,
  3. κἀπὶ τῆς κλίνης ὄφιν εὕροις
  4. καὶ προσελκύσαιο ---
  5. βουλομένη φιλῆσαι.
Νεᾶνις
  1. αἰαῖ τί ποτε πείσομαι;
  2. οὐχ ἥκει μοὐταῖρος·
  3. μόνη δʼ αὐτοῦ λείπομʼ· ἡ
  4. γὰρ μοι μήτηρ ἄλλῃ
  5. βέβηκε· †καὶ τἄλλʼ οὐδὲν μετὰ ταῦτα δεῖ λέγειν†.
  6. ἀλλʼ ὦ μαῖʼ ἱκετεύομαι, κάλει
  7. τὸν Ὀρθαγόραν, ὅπως
  8. σαυτῆς κατόναιʼ, ἀντιβολῶ σε.
Γραῦς Α
  1. ἤδη τὸν ἀπʼ Ἰωνίας
  2. τρόπον τάλαινα κνησιᾷς·
  3. ---
  4. ---
  5. δοκεῖς δέ μοι καὶ λάβδα κατὰ τοὺς Λεσβίους.
  6. ἀλλʼ οὐκ ἄν ποθʼ ὑφαρπάσαιο
  7. τἀμὰ παίγνια· τὴν δʼ ἐμὴν