Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ᾄδουσʼ· ἐγὼ δʼ ἢν τοῦτο δρᾷς ἀντᾴσομαι.
  2. κεἰ γὰρ διʼ ὄχλου τοῦτʼ ἐστὶ τοῖς θεωμένοις,
  3. ὅμως ἔχει τερπνόν τι καὶ κωμῳδικόν.
Γραῦς Α
  1. τούτῳ διαλέγου κἀποχώρησον· σὺ δὲ
  2. φιλοττάριον αὐλητὰ τοὺς αὐλοὺς λαβὼν
  3. ἄξιον ἐμοῦ καὶ σοῦ προσαύλησον μέλος.
Γραῦς Α
  1. εἴ τις ἀγαθὸν βούλεται παθεῖν
  2. τι, παρʼ ἐμοὶ χρὴ καθεύδειν.
  3. οὐ γὰρ ἐν νέαις τὸ σοφὸν ἔνεστιν
  4. ἀλλʼ ἐν ταῖς πεπείραις·
  5. οὐδέ τις στέργειν ἂν ἐθέλοι μᾶλλον ἢ ʼγὼ
  6. τὸν φίλον ᾧπερ ξυνείην,
  7. ἀλλʼ ἐφʼ ἕτερον ἂν πέτοιτο.
Νεᾶνις
  1. μὴ φθόνει ταῖσιν νέαισι.
  2. τὸ τρυφερὸν γὰρ ἐμπέφυκε
  3. τοῖς ἁπαλοῖσι μηροῖς
  4. κἀπὶ τοῖς μήλοις ἐπανθεῖ· σὺ δʼ ὦ γραῦ,
  5. παραλέλεξαι κἀντέτριψαι,
  6. τῷ θανάτῳ μέλημα.
Γραῦς Α
  1. ἐκπέσοι σου τὸ τρῆμα