Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. καὶ Παρμένων αἴρεσθε τὴν παμπησίαν.
Ἀνὴρ Β
  1. φέρε νυν ἐγώ σοι ξυμφέρω.
Ἀνὴρ Α
  1. μὴ μηδαμῶς.
  2. δέδοικα γὰρ μὴ καὶ παρὰ τῇ στρατηγίδι,
  3. ὅταν κατατιθῶ, προσποιῇ τῶν χρημάτων.
Ἀνὴρ Β
  1. νὴ τὸν Δία δεῖ γοῦν μηχανήματός τινος,
  2. ὅπως τὰ μὲν ὄντα χρήμαθʼ ἕξω, τοισδεδὶ
  3. τῶν ματτομένων κοινῇ μεθέξω πως ἐγώ.
  4. ὀρθῶς ἔμοιγε φαίνεται· βαδιστέον
  5. ὁμόσʼ ἐστὶ δειπνήσοντα κοὐ μελλητέον.
Χοροῦ
Γραῦς Α
  1. τί ποθʼ ἅνδρες οὐχ ἥκουσιν; ὥρα δʼ ἦν πάλαι·
  2. ἐγὼ δὲ καταπεπλασμένη ψιμυθίῳ
  3. ἕστηκα καὶ κροκωτὸν ἠμφιεσμένη
  4. ἀργός, μινυρομένη τι πρὸς ἐμαυτὴν μέλος,
  5. παίζουσα. πῶς ἂν περιλάβοιμʼ αὐτῶν τινὰ
  6. παριόντα; Μοῦσαι δεῦρʼ ἴτʼ ἐπὶ τοὐμὸν στόμα,
  7. μελύδριον εὑροῦσαί τι τῶν Ἰωνικῶν.
Νεᾶνις
  1. νῦν μέν με παρακύψασα προὔφθης ὦ σαπρά.
  2. ᾤου δʼ ἐρήμας οὐ παρούσης ἐνθάδε
  3. ἐμοῦ τρυγήσειν καὶ προσάξεσθαί τινα