Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὀρθῶς ἔμοιγε φαίνεται· βαδιστέον
  2. ὁμόσʼ ἐστὶ δειπνήσοντα κοὐ μελλητέον.
Χοροῦ
Γραῦς Α
  1. τί ποθʼ ἅνδρες οὐχ ἥκουσιν; ὥρα δʼ ἦν πάλαι·
  2. ἐγὼ δὲ καταπεπλασμένη ψιμυθίῳ
  3. ἕστηκα καὶ κροκωτὸν ἠμφιεσμένη
  4. ἀργός, μινυρομένη τι πρὸς ἐμαυτὴν μέλος,
  5. παίζουσα. πῶς ἂν περιλάβοιμʼ αὐτῶν τινὰ
  6. παριόντα; Μοῦσαι δεῦρʼ ἴτʼ ἐπὶ τοὐμὸν στόμα,
  7. μελύδριον εὑροῦσαί τι τῶν Ἰωνικῶν.
Νεᾶνις
  1. νῦν μέν με παρακύψασα προὔφθης ὦ σαπρά.
  2. ᾤου δʼ ἐρήμας οὐ παρούσης ἐνθάδε