Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἐμοῦ τρυγήσειν καὶ προσάξεσθαί τινα
- ᾄδουσʼ· ἐγὼ δʼ ἢν τοῦτο δρᾷς ἀντᾴσομαι.
- κεἰ γὰρ διʼ ὄχλου τοῦτʼ ἐστὶ τοῖς θεωμένοις,
- ὅμως ἔχει τερπνόν τι καὶ κωμῳδικόν.
- τούτῳ διαλέγου κἀποχώρησον· σὺ δὲ
- φιλοττάριον αὐλητὰ τοὺς αὐλοὺς λαβὼν
- ἄξιον ἐμοῦ καὶ σοῦ προσαύλησον μέλος.
- εἴ τις ἀγαθὸν βούλεται παθεῖν
- τι, παρʼ ἐμοὶ χρὴ καθεύδειν.
- οὐ γὰρ ἐν νέαις τὸ σοφὸν ἔνεστιν
- ἀλλʼ ἐν ταῖς πεπείραις·