Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τί δράσεις; εἰπέ μοι.
Ἀνὴρ Β
  1. τῶν ἐσφερόντων ἁρπάσομαι τὰ σιτία.
Ἀνὴρ Α
  1. βάδιζε τοίνυν ὕστερος· σὺ δʼ ὦ Σίκων
  2. καὶ Παρμένων αἴρεσθε τὴν παμπησίαν.
Ἀνὴρ Β
  1. φέρε νυν ἐγώ σοι ξυμφέρω.
Ἀνὴρ Α
  1. μὴ μηδαμῶς.
  2. δέδοικα γὰρ μὴ καὶ παρὰ τῇ στρατηγίδι,
  3. ὅταν κατατιθῶ, προσποιῇ τῶν χρημάτων.
Ἀνὴρ Β
  1. νὴ τὸν Δία δεῖ γοῦν μηχανήματός τινος,
  2. ὅπως τὰ μὲν ὄντα χρήμαθʼ ἕξω, τοισδεδὶ
  3. τῶν ματτομένων κοινῇ μεθέξω πως ἐγώ.