Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. οὐ δῆτʼ, ἤν γʼ ἐκείναις νοῦς ἐνῇ,
  2. πρίν γʼ ἂν ἀπενέγκῃς.
Ἀνὴρ Β
  1. ἀλλʼ ἀποίσω.
Ἀνὴρ Α
  1. πηνίκα;
Ἀνὴρ Β
  1. οὐ τοὐμὸν ὦ τᾶν ἐμποδὼν ἔσται.
Ἀνὴρ Α
  1. τί δή;
Ἀνὴρ Β
  1. ἑτέρους ἀποίσειν φήμʼ ἔθʼ ὑστέρους ἐμοῦ.
Ἀνὴρ Α
  1. βαδιεῖ δὲ δειπνήσων ὅμως;
Ἀνὴρ Β
  1. τί γὰρ πάθω;
  2. τὰ δυνατὰ γὰρ δεῖ τῇ πόλει ξυλλαμβάνειν
  3. τοὺς εὖ φρονοῦντας.
Ἀνὴρ Α
  1. ἢν δὲ κωλύσωσι, τί;
Ἀνὴρ Β
  1. ὁμόσʼ εἶμι κύψας.
Ἀνὴρ Α
  1. ἢν δὲ μαστιγῶσι, τί;
Ἀνὴρ Β
  1. καλούμεθʼ αὐτάς.
Ἀνὴρ Α
  1. ἢν δὲ καταγελῶσι, τί;
Ἀνὴρ Β
  1. ἐπὶ ταῖς θύραις ἑστώς—
Ἀνὴρ Α
  1. τί δράσεις; εἰπέ μοι.
Ἀνὴρ Β
  1. τῶν ἐσφερόντων ἁρπάσομαι τὰ σιτία.
Ἀνὴρ Α
  1. βάδιζε τοίνυν ὕστερος· σὺ δʼ ὦ Σίκων