Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- φράσῃ καθʼ ἕκαστον ἄνδρʼ ὅποι δειπνήσετε·
- ὡς αἱ τράπεζαί γʼ εἰσὶν ἐπινενησμέναι
- ἀγαθῶν ἁπάντων καὶ παρεσκευασμέναι,
- κλῖναί τε σισυρῶν καὶ δαπίδων †νενασμέναι†,
- κρατῆρα συγκιρνᾶσιν, αἱ μυροπώλιδες
- ἑστᾶσʼ ἐφεξῆς, τὰ τεμάχη ῥιπίζεται,
- λαγῷʼ ἀναπηγνύασι, πόπανα πέττεται,
- στέφανοι πλέκονται, φρύγεται τραγήματα,
- χύτρας ἔτνους ἕψουσιν αἱ νεώταται.
- Σμοῖος δʼ ἐν αὐταῖς ἱππικὴν στολὴν ἔχων
- τὰ τῶν γυναικῶν διακαθαίρει τρύβλια.
- Γέρων δὲ χωρεῖ χλανίδα καὶ κονίποδε
- ἔχων, καχάζων μεθʼ ἑτέρου νεανίου·
- ἐμβὰς δὲ κεῖται καὶ τρίβων ἐρριμμένος.
- πρὸς ταῦτα χωρεῖθʼ, ὡς ὁ τὴν μᾶζαν φέρων
- ἕστηκεν· ἀλλὰ τὰς γνάθους διοίγνυτε.
- οὐκοῦν βαδιοῦμαι δῆτα. τί γὰρ ἕστηκʼ ἔχων
- ἐνταῦθʼ, ἐπειδὴ ταῦτα τῇ πόλει δοκεῖ;
- καὶ ποῖ βαδιεῖ σὺ μὴ καταθεὶς τὴν οὐσίαν;
- ἐπὶ δεῖπνον.