Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- μεστὴν ἀπῆρα τὴν γνάθον χαλκῶν ἔχων
- κἄπειτʼ ἐχώρουν εἰς ἀγορὰν ἐπʼ ἄλφιτα.
- ἔπειθʼ ὑπέχοντος ἄρτι μου τὸν θύλακον,
- ἀνέκραγʼ ὁ κῆρυξ μὴ δέχεσθαι μηδένα
- χαλκοῦν τὸ λοιπόν· ἀργύρῳ γὰρ χρώμεθα.
- τὸ δʼ ἔναγχος οὐχ ἅπαντες ἡμεῖς ὤμνυμεν
- τάλαντʼ ἔσεσθαι πεντακόσια τῇ πόλει
- τῆς τετταρακοστῆς, ἣν ἐπόρισʼ Εὐριπίδης;
- κεὐθὺς κατεχρύσου πᾶς ἀνὴρ Εὐριπίδην·
- ὅτε δὴ δʼ ἀνασκοπουμένοις ἐφαίνετο
- ὁ Διὸς Κόρινθος καὶ τὸ πρᾶγμʼ οὐκ ἤρκεσεν,
- πάλιν κατεπίττου πᾶς ἀνὴρ Εὐριπίδην.
- οὐ ταὐτὸν ὦ τᾶν. τότε μὲν ἡμεῖς ἤρχομεν,
- νῦν δʼ αἱ γυναῖκες.
- ἃς ἐγὼ φυλάξομαι
- νὴ τὸν Ποσειδῶ μὴ κατουρήσωσί μου.
- οὐκ οἶδʼ ὅ τι ληρεῖς. φέρε σὺ τἀνάφορον ὁ παῖς.
- ὦ πάντες ἀστοί, νῦν γὰρ οὕτω ταῦτʼ ἔχει,
- χωρεῖτʼ ἐπείγεσθʼ εὐθὺ τῆς στρατηγίδος,
- ὅπως ἂν ὑμῖν ἡ τύχη κληρουμένοις