Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἔπειθʼ ὑπέχοντος ἄρτι μου τὸν θύλακον,
  2. ἀνέκραγʼ ὁ κῆρυξ μὴ δέχεσθαι μηδένα
  3. χαλκοῦν τὸ λοιπόν· ἀργύρῳ γὰρ χρώμεθα.
Ἀνὴρ Β
  1. τὸ δʼ ἔναγχος οὐχ ἅπαντες ἡμεῖς ὤμνυμεν
  2. τάλαντʼ ἔσεσθαι πεντακόσια τῇ πόλει
  3. τῆς τετταρακοστῆς, ἣν ἐπόρισʼ Εὐριπίδης;
  4. κεὐθὺς κατεχρύσου πᾶς ἀνὴρ Εὐριπίδην·
  5. ὅτε δὴ δʼ ἀνασκοπουμένοις ἐφαίνετο
  6. ὁ Διὸς Κόρινθος καὶ τὸ πρᾶγμʼ οὐκ ἤρκεσεν,
  7. πάλιν κατεπίττου πᾶς ἀνὴρ Εὐριπίδην.
Ἀνὴρ Α
  1. οὐ ταὐτὸν ὦ τᾶν. τότε μὲν ἡμεῖς ἤρχομεν,