Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. νῦν δʼ αἱ γυναῖκες.
Ἀνὴρ Β
  1. ἃς ἐγὼ φυλάξομαι
  2. νὴ τὸν Ποσειδῶ μὴ κατουρήσωσί μου.
Ἀνὴρ Α
  1. οὐκ οἶδʼ ὅ τι ληρεῖς. φέρε σὺ τἀνάφορον ὁ παῖς.
Κηρύκαινα
  1. ὦ πάντες ἀστοί, νῦν γὰρ οὕτω ταῦτʼ ἔχει,
  2. χωρεῖτʼ ἐπείγεσθʼ εὐθὺ τῆς στρατηγίδος,
  3. ὅπως ἂν ὑμῖν ἡ τύχη κληρουμένοις
  4. φράσῃ καθʼ ἕκαστον ἄνδρʼ ὅποι δειπνήσετε·
  5. ὡς αἱ τράπεζαί γʼ εἰσὶν ἐπινενησμέναι
  6. ἀγαθῶν ἁπάντων καὶ παρεσκευασμέναι,
  7. κλῖναί τε σισυρῶν καὶ δαπίδων †νενασμέναι†,