Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. δεινά γε λέγεις.
Ἀνὴρ Β
  1. τί δεινόν; ὥσπερ οὐχ ὁρῶν
  2. ἀεὶ τοιαῦτα γιγνόμενα ψηφίσματα.
  3. οὐκ οἶσθʼ ἐκεῖνʼ οὕδοξε τὸ περὶ τῶν ἁλῶν;
Ἀνὴρ Α
  1. ἔγωγε.
Ἀνὴρ Β
  1. τοὺς χαλκοῦς δʼ ἐκείνους ἡνίκα
  2. ἐψηφισάμεθʼ, οὐκ οἶσθα;
Ἀνὴρ Α
  1. καὶ κακόν γέ μοι
  2. τὸ κόμμʼ ἐγένετʼ ἐκεῖνο. πωλῶν γὰρ βότρυς
  3. μεστὴν ἀπῆρα τὴν γνάθον χαλκῶν ἔχων
  4. κἄπειτʼ ἐχώρουν εἰς ἀγορὰν ἐπʼ ἄλφιτα.