Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. σὺ δʼ ἐπιθυμήσεις φέρειν;
Ἀνὴρ Α
  1. ἔγωγε· καὶ γὰρ τοὺς ἐμαυτοῦ γείτονας
  2. ὁρῶ φέροντας.
Ἀνὴρ Β
  1. πάνυ γʼ ἂν οὖν Ἀντισθένης
  2. αὔτʼ εἰσενέγκοι· πολὺ γὰρ ἐμμελέστερον
  3. πρότερον χέσαι πλεῖν ἢ τριάκονθʼ ἡμέρας.
Ἀνὴρ Α
  1. οἴμωζε.
Ἀνὴρ Β
  1. Καλλίμαχος δʼ ὁ χοροδιδάσκαλος
  2. αὐτοῖσιν εἰσοίσει τι;
Ἀνὴρ Α
  1. πλείω Καλλίου.
Ἀνὴρ Β
  1. ἅνθρωπος οὗτος ἀποβαλεῖ τὴν οὐσίαν.