Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. μάλιστα πάντων.
Ἀνὴρ Β
  1. τὸν μὲν οὖν ἀβέλτερον.
Ἀνὴρ Α
  1. σὺ δʼ οὐ καταθεῖναι διανοεῖ;
Ἀνὴρ Β
  1. φυλάξομαι,
  2. πρὶν ἄν γʼ ἴδω τὸ πλῆθος ὅ τι βουλεύεται.
Ἀνὴρ Α
  1. τί γὰρ ἄλλο γʼ ἢ φέρειν παρεσκευασμένοι
  2. τὰ χρήματʼ εἰσίν;
Ἀνὴρ Β
  1. ἀλλʼ ἰδὼν ἐπειθόμην.
Ἀνὴρ Α
  1. λέγουσι γοῦν ἐν ταῖς ὁδοῖς.
Ἀνὴρ Β
  1. λέξουσι γάρ.
Ἀνὴρ Α
  1. καί φασιν οἴσειν ἀράμενοι.