Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. πῶς;
Ἀνὴρ Β
  1. πῶς; ῥᾳδίως.
Ἀνὴρ Α
  1. τί δʼ; οὐχὶ πειθαρχεῖν με τοῖς νόμοισι δεῖ;
Ἀνὴρ Β
  1. ποίοισιν ὦ δύστηνε;
Ἀνὴρ Α
  1. τοῖς δεδογμένοις.
Ἀνὴρ Β
  1. δεδογμένοισιν; ὡς ἀνόητος ἦσθʼ ἄρα.
Ἀνὴρ Α
  1. ἀνόητος;
Ἀνὴρ Β
  1. οὐ γάρ; ἠλιθιώτατος μὲν οὖν
  2. ἁπαξαπάντων.
Ἀνὴρ Α
  1. ὅτι τὸ ταττόμενον ποιῶ;
Ἀνὴρ Β
  1. τὸ ταττόμενον γὰρ δεῖ ποιεῖν τὸν σώφρονα;