Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. φήσουσι γάρ.
Ἀνὴρ Α
  1. ἀπολεῖς ἀπιστῶν πάντʼ.
Ἀνὴρ Β
  1. ἀπιστήσουσι γάρ.
Ἀνὴρ Α
  1. ὁ Ζεύς σέ γʼ ἐπιτρίψειεν.
Ἀνὴρ Β
  1. ἐπιτρίψουσι γάρ.
  2. οἴσειν δοκεῖς τινʼ ὅστις αὐτῶν νοῦν ἔχει;
  3. οὐ γὰρ πάτριον τοῦτʼ ἐστίν, ἀλλὰ λαμβάνειν
  4. ἡμᾶς μόνον δεῖ νὴ Δία· καὶ γὰρ οἱ θεοί·
  5. γνώσει δʼ ἀπὸ τῶν χειρῶν γε τῶν ἀγαλμάτων·
  6. ὅταν γὰρ εὐχώμεσθα διδόναι τἀγαθά,
  7. ἕστηκεν ἐκτείνοντα τὴν χεῖρʼ ὑπτίαν