Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. πότερον μετοικιζόμενος ἐξενήνοχας
  2. αὔτʼ ἢ φέρεις ἐνέχυρα θήσων;
Ἀνὴρ Α
  1. οὐδαμῶς.
Ἀνὴρ Β
  1. τί δῆτʼ ἐπὶ στοίχου ʼστὶν οὕτως; οὔτι μὴ
  2. Ἱέρωνι τῷ κήρυκι πομπὴν πέμπετε;
Ἀνὴρ Α
  1. μὰ Δίʼ ἀλλʼ ἀποφέρειν αὐτὰ μέλλω τῇ πόλει
  2. ἐς τὴν ἀγορὰν κατὰ τοὺς δεδογμένους νόμους.
Ἀνὴρ Β
  1. μέλλεις ἀποφέρειν;
Ἀνὴρ Α
  1. πάνυ γε.
Ἀνὴρ Β
  1. κακοδαίμων ἄρʼ εἶ
  2. νὴ τὸν Δία τὸν σωτῆρα.