Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- κόμιζε, τοὺς θαλλοὺς καθίστη πλησίον,
- καὶ τὼ τρίποδʼ ἐξένεγκε καὶ τὴν λήκυθον.
- τὰ χυτρίδιʼ ἤδη καὶ τὸν ὄχλον ἀφίετε.
- ἐγὼ καταθήσω τἀμά; κακοδαίμων ἄρα
- ἀνὴρ ἔσομαι καὶ νοῦν ὀλίγον κεκτημένος.
- μὰ τὸν Ποσειδῶ γʼ οὐδέποτʼ, ἀλλὰ βασανιῶ
- πρώτιστον αὐτὰ πολλάκις καὶ σκέψομαι.
- οὐ γὰρ τὸν ἐμὸν ἱδρῶτα καὶ φειδωλίαν
- οὐδὲν πρὸς ἔπος οὕτως ἀνοήτως ἐκβαλῶ,
- πρὶν ἂν ἐκπύθωμαι πᾶν τὸ πρᾶγμʼ ὅπως ἔχει.
- οὗτος τί τὰ σκευάρια ταυτὶ βούλεται;