Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὅπως ἂν ἐντετριμμένη κανηφορῇς,
  2. πολλοὺς κάτω δὴ θυλάκους στρέψασʼ ἐμούς.
  3. ποῦʼ σθʼ ἡ διφροφόρος; ἡ χύτρα δεῦρʼ ἔξιθι,
  4. νὴ Δία μέλαινά γʼ, οὐδʼ ἂν εἰ τὸ φάρμακον
  5. ἕψουσʼ ἔτυχες ᾧ Λυσικράτης μελαίνεται.
  6. ἵστω παρʼ αὐτήν, δεῦρʼ ἴθʼ, ἡ κομμώτρια.
  7. φέρε δεῦρο ταύτην τὴν ὑδρίαν ὑδριαφόρε
  8. ἐνταῦθα. σὺ δὲ δεῦρʼ ἡ κιθαρῳδὸς ἔξιθι,
  9. πολλάκις ἀναστήσασά μʼ εἰς ἐκκλησίαν
  10. ἀωρὶ νυκτῶν διὰ τὸν ὄρθριον νόμον.
  11. ὁ τὴν σκάφην λαβὼν προΐτω· τὰ κηρία