Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- καὶ τάς γε δούλας οὐχὶ δεῖ κοσμουμένας
- τὴν τῶν ἐλευθέρων ὑφαρπάζειν Κύπριν,
- ἀλλὰ παρὰ τοῖς δούλοισι κοιμᾶσθαι μόνον
- κατωνάκην τὸν χοῖρον ἀποτετιλμένας.
- φέρε νυν ἐγώ σοι παρακολουθῶ πλησίον,
- ἵνʼ ἀποβλέπωμαι καὶ λέγωσί μοι ταδί,
- τὸν τῆς στρατηγοῦ τοῦτον οὐ θαυμάζετε;
- ἐγὼ δʼ ἵνʼ εἰς ἀγοράν γε τὰ σκεύη φέρω,
- προχειριοῦμαι κἀξετάσω τὴν οὐσίαν.
- χώρει σὺ δεῦρο κιναχύρα καλὴ καλῶς
- τῶν χρημάτων θύραζε πρώτη τῶν ἐμῶν,