Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- αἱ δὲ γυναῖκες κατὰ τὰς διόδους
- προσπίπτουσαι τοῖς ἀπὸ δείπνου
- τάδε λέξουσιν· δεῦρο παρʼ ἡμᾶς·
- ἐνθάδε μεῖράξ ἐσθʼ ὡραία.
- παρʼ ἐμοὶ δʼ ἑτέρα
- φήσει τις ἄνωθʼ ἐξ ὑπερῴου,
- καὶ καλλίστη καὶ λευκοτάτη·
- πρότερον μέντοι δεῖ σε καθεύδειν
- αὐτῆς παρʼ ἐμοί.
- τοῖς εὐπρεπέσιν δʼ ἀκολουθοῦντες
- καὶ μειρακίοις οἱ φαυλότεροι