Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. και κηρύξει τοὺς ἐκ τοῦ βῆτʼ ἐπὶ τὴν στοιὰν ἀκολουθεῖν
  2. τὴν βασίλειον δειπνήσοντας· τὸ δὲ θῆτʼ ἐς τὴν παρὰ b ταύτην,
  3. τοὺς δʼ ἐκ τοῦ κάππʼ ἐς τὴν στοιὰν χωρεῖν τὴν ἀλφιτόπωλιν.
Βλέπυρος
  1. ἵνα κάπτωσιν;
Πραξάγορα
  1. μὰ Δίʼ ἀλλʼ ἵνʼ ἐκεῖ δειπνῶσιν.
Βλέπυρος
  1. ὅτῳ δὲ τὸ γράμμα
  2. μὴ ʼξελκυσθῇ καθʼ ὃ δειπνήσει, τούτους ἀπελῶσιν ἅπαντες.
Πραξάγορα
  1. ἀλλʼ οὐκ ἔσται τοῦτο παρʼ ἡμῖν·
  2. πᾶσι γὰρ ἄφθονα πάντα παρέξομεν,
  3. ὥστε μεθυσθεὶς αὐτῷ στεφάνῳ
  4. πᾶς τις ἄπεισιν τὴν δᾷδα λαβών.