Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- τοιάδʼ ἐροῦσιν· ποῖ θεῖς οὗτος;
- πάντως οὐδὲν δράσεις ἐλθών·
- τοῖς γὰρ σιμοῖς καὶ τοῖς αἰσχροῖς
- ἐψήφισται προτέροις βινεῖν,
- ὑμᾶς δὲ τέως θρῖα λαβόντας
- διφόρου συκῆς
- ἐν τοῖς προθύροισι δέφεσθαι.
- φέρε νυν φράσον μοι, ταῦτʼ ἀρέσκει σφῷν;
- πάνυ.
- βαδιστέον τἄρʼ ἐστὶν εἰς ἀγορὰν ἐμοί,
- ἵνʼ ἀποδέχωμαι τὰ προσιόντα χρήματα,