Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- τὰ δικαστήρια καὶ τὰς στοιὰς ἀνδρῶνας πάντα ποιήσω.
- τὸ δὲ βῆμα τί σοι χρήσιμον ἔσται;
- τοὺς κρατῆρας καταθήσω
- καὶ τὰς ὑδρίας, καὶ ῥαψῳδεῖν ἔσται τοῖς παιδαρίοισιν
- τοὺς ἀνδρείους ἐν τῷ πολέμῳ, κεἴ τις δειλὸς γεγένηται,
- ἵνα μὴ δειπνῶσʼ αἰσχυνόμενοι.
- νὴ τὸν Ἀπόλλω χάριέν γε.
- τὰ δὲ κληρωτήρια ποῖ τρέψεις;
- εἰς τὴν ἀγορὰν καταθήσω·
- κᾆτα στήσασα παρʼ Ἁρμοδίῳ κληρώσω πάντας, ἕως ἂν
- εἰδὼς ὁ λαχὼν ἀπίῃ χαίρων ἐν ὁποίῳ γράμματι δειπνεῖ·