Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- οὐκ ἢν οἴκοι γε καθεύδῃς,
- οὐδʼ ἤν γε θύραζʼ ὥσπερ πρότερον· βίοτος γὰρ πᾶσιν ὑπάρξει.
- ἢν δʼ ἀποδύῃ γʼ, αὐτὸς δώσει. τί γὰρ αὐτῷ πρᾶγμα μάχεσθαι;
- ἔτερον γὰρ ἰὼν ἐκ τοῦ κοινοῦ κρεῖττον ἐκείνου κομιεῖται.
- οὐδὲ κυβεύσουσʼ ἆρʼ ἄνθρωποι;
- περὶ τοῦ γὰρ τοῦτο ποιήσει;
- τὴν δὲ δίαιταν τίνα ποιήσεις;
- κοινὴν πᾶσιν. τὸ γὰρ ἄστυ
- μίαν οἴκησίν φημι ποιήσειν συρρήξασʼ εἰς ἓν ἅπαντα,
- ὥστε βαδίζειν ὡς ἀλλήλους.
- τὸ δὲ δεῖπνον ποῦ παραθήσεις;