Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. οὐχ ὑβριεῖται φαύλως οὕτως αὖθις τῇ γαστρὶ κολασθείς.
Βλέπυρος
  1. οὐδʼ αὖ κλέπτης οὐδεὶς ἔσται;
Πραξάγορα
  1. πῶς γὰρ κλέψει μετὸν αὐτῷ;
Βλέπυρος
  1. οὐδʼ ἀποδύσουσʼ ἄρα τῶν νυκτῶν;
Πραξάγορα
  1. οὐκ ἢν οἴκοι γε καθεύδῃς,
  2. οὐδʼ ἤν γε θύραζʼ ὥσπερ πρότερον· βίοτος γὰρ πᾶσιν ὑπάρξει.
  3. ἢν δʼ ἀποδύῃ γʼ, αὐτὸς δώσει. τί γὰρ αὐτῷ πρᾶγμα μάχεσθαι;
  4. ἔτερον γὰρ ἰὼν ἐκ τοῦ κοινοῦ κρεῖττον ἐκείνου κομιεῖται.
Βλέπυρος
  1. οὐδὲ κυβεύσουσʼ ἆρʼ ἄνθρωποι;
Πραξάγορα
  1. περὶ τοῦ γὰρ τοῦτο ποιήσει;
Βλέπυρος
  1. τὴν δὲ δίαιταν τίνα ποιήσεις;
Πραξάγορα
  1. κοινὴν πᾶσιν. τὸ γὰρ ἄστυ
  2. μίαν οἴκησίν φημι ποιήσειν συρρήξασʼ εἰς ἓν ἅπαντα,
  3. ὥστε βαδίζειν ὡς ἀλλήλους.
Βλέπυρος
  1. τὸ δὲ δεῖπνον ποῦ παραθήσεις;
Πραξάγορα
  1. τὰ δικαστήρια καὶ τὰς στοιὰς ἀνδρῶνας πάντα ποιήσω.
Βλέπυρος
  1. τὸ δὲ βῆμα τί σοι χρήσιμον ἔσται;
Πραξάγορα
  1. τοὺς κρατῆρας καταθήσω
  2. καὶ τὰς ὑδρίας, καὶ ῥαψῳδεῖν ἔσται τοῖς παιδαρίοισιν
  3. τοὺς ἀνδρείους ἐν τῷ πολέμῳ, κεἴ τις δειλὸς γεγένηται,