Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὥστʼ οὐχὶ δέος μή σε φιλήσῃ.
- δεινὸν μέντἂν ἐπεπόνθη.
- τὴν γῆν δὲ τίς ἔσθʼ ὁ γεωργήσων;
- οἱ δοῦλοι. σοὶ δὲ μελήσει,
- ὅταν ᾖ δεκάπουν τὸ στοιχεῖον, λιπαρὸν χωρεῖν ἐπὶ δεῖπνον.
- περὶ δʼ ἱματίων τίς πόρος ἔσται; καὶ γὰρ τοῦτʼ ἔστιν ἐρέσθαι.
- τὰ μὲν ὄνθʼ ὑμῖν πρῶτον ὑπάρξει, τὰ δὲ λοίφʼ ἡμεῖς ὑφανοῦμεν.
- ἓν ἔτι ζητῶ· πῶς ἤν τις ὄφλῃ παρὰ τοῖς ἄρχουσι δίκην τῳ,
- πόθεν ἐκτείσει ταύτην; οὐ γὰρ τῶν κοινῶν γʼ ἐστὶ δίκαιον.
- ἀλλʼ οὐδὲ δίκαι πρῶτον ἔσονται.
- τουτὶ τοὔπος σʼ ἐπιτρίψει.
- κἀγὼ ταύτην γνώμην ἐθέμην· τοῦ γὰρ τάλαν οὕνεκʼ ἔσονται;
- πολλῶν οὕνεκα νὴ τὸν Ἀπόλλω· πρῶτον δʼ ἑνὸς οὕνεκα δήπου,
- ἤν τις ὀφείλων ἐξαρνῆται.
- πόθεν οὖν ἐδάνεισʼ ὁ δανείσας
- ἐν τῷ κοινῷ πάντων ὄντων; κλέπτων δήπουʼ στʼ ἐπίδηλος.
- νὴ τὴν Δήμητρʼ εὖ γε διδάσκεις. τουτὶ τοίνυν φρασάτω μοι,
- τῆς αἰκείας οἱ τύπτοντες πόθεν ἐκτείσουσιν, ἐπειδὰν
- εὐωχηθέντες ὑβρίζωσιν; τοῦτο γὰρ οἶμαί σʼ ἀπορήσειν.
- ἀπὸ τῆς μάζης ἧς σιτεῖται· ταύτης γὰρ ὅταν τις ἀφαιρῇ,