Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἵνα μὴ δειπνῶσʼ αἰσχυνόμενοι.
Βλέπυρος
  1. νὴ τὸν Ἀπόλλω χάριέν γε.
  2. τὰ δὲ κληρωτήρια ποῖ τρέψεις;
Πραξάγορα
  1. εἰς τὴν ἀγορὰν καταθήσω·
  2. κᾆτα στήσασα παρʼ Ἁρμοδίῳ κληρώσω πάντας, ἕως ἂν
  3. εἰδὼς ὁ λαχὼν ἀπίῃ χαίρων ἐν ὁποίῳ γράμματι δειπνεῖ·
  4. και κηρύξει τοὺς ἐκ τοῦ βῆτʼ ἐπὶ τὴν στοιὰν ἀκολουθεῖν
  5. τὴν βασίλειον δειπνήσοντας· τὸ δὲ θῆτʼ ἐς τὴν παρὰ b ταύτην,
  6. τοὺς δʼ ἐκ τοῦ κάππʼ ἐς τὴν στοιὰν χωρεῖν τὴν ἀλφιτόπωλιν.
Βλέπυρος
  1. ἵνα κάπτωσιν;
Πραξάγορα
  1. μὰ Δίʼ ἀλλʼ ἵνʼ ἐκεῖ δειπνῶσιν.
Βλέπυρος
  1. ὅτῳ δὲ τὸ γράμμα
  2. μὴ ʼξελκυσθῇ καθʼ ὃ δειπνήσει, τούτους ἀπελῶσιν ἅπαντες.
Πραξάγορα
  1. ἀλλʼ οὐκ ἔσται τοῦτο παρʼ ἡμῖν·
  2. πᾶσι γὰρ ἄφθονα πάντα παρέξομεν,
  3. ὥστε μεθυσθεὶς αὐτῷ στεφάνῳ
  4. πᾶς τις ἄπεισιν τὴν δᾷδα λαβών.
  5. αἱ δὲ γυναῖκες κατὰ τὰς διόδους
  6. προσπίπτουσαι τοῖς ἀπὸ δείπνου
  7. τάδε λέξουσιν· δεῦρο παρʼ ἡμᾶς·