Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὅταν ἐμβάδʼ ἔχων εἴπῃ πρότερος, παραχώρει κᾆτʼ ἐπιτήρει,
- ὅταν ἤδη ʼγὼ διαπραξάμενος παραδῶ σοι δευτεριάζειν.
- πῶς οὖν οὕτω ζώντων ἡμῶν τοὺς αὑτοῦ παῖδας ἕκαστος
- ἔσται δυνατὸς διαγιγνώσκειν;
- τί δὲ δεῖ; πατέρας γὰρ ἅπαντας
- τοὺς πρεσβυτέρους αὑτῶν εἶναι τοῖσι χρόνοισιν νομιοῦσιν.
- οὐκοῦν ἄγξουσʼ εὖ καὶ χρηστῶς ἑξῆς τὸν πάντα γέροντα
- διὰ τὴν ἄγνοιαν, ἐπεὶ καὶ νῦν γιγνώσκοντες πατέρʼ ὄντα
- ἄγχουσι. τί δῆθʼ ὅταν ἀγνὼς ᾖ; πῶς οὐ τότε κἀπιχεσοῦνται;
- ἀλλʼ ὁ παρεστὼς οὐκ ἐπιτρέψει· τότε δʼ αὐτοῖς οὐκ ἔμελʼ οὐδὲν
- τῶν ἀλλοτρίων ὅστις τύπτοι· νῦν δʼ ἢν πληγέντος ἀκούσῃ,
- μὴ αὐτὸν ἐκεῖνον τύπτῃ δεδιὼς τοῖς δρῶσιν τοῦτο μαχεῖται.
- τὰ μὲν ἄλλα λέγεις οὐδὲν σκαιῶς· εἰ δὲ προσελθὼν Ἐπίκουρος
- ἢ Λευκολόφας πάππαν με καλεῖ, τοῦτʼ ἤδη δεινὸν ἀκοῦσαι.
- πολὺ μέντοι δεινότερον τούτου τοῦ πράγματός ἐστι,
- τὸ ποῖον;
- εἴ σε φιλήσειεν Ἀρίστυλλος φάσκων αὑτοῦ πατέρʼ εἶναι.
- οἰμώζοι γʼ ἂν καὶ κωκύοι.
- σὺ δέ γʼ ὄζοις ἂν καλαμίνθης,
- ἀλλʼ οὗτος μὲν πρότερον γέγονεν πρὶν τὸ ψήφισμα γενέσθαι,