Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- καὶ παιδοποιεῖν τῷ βουλομένῳ.
- πῶς οὖν οὐ πάντες ἴασιν
- ἐπὶ τὴν ὡραιοτάτην αὐτῶν καὶ ζητήσουσιν ἐρείδειν;
- αἱ φαυλότεραι καὶ σιμότεραι παρὰ τὰς σεμνὰς καθεδοῦνται·
- κᾆτʼ ἢν ταύτης ἐπιθυμήσῃ, τὴν αἰσχρὰν πρῶθʼ ὑποκρούσει.
- καὶ πῶς ἡμᾶς τοὺς πρεσβύτας, ἢν ταῖς αἰσχραῖσι συνῶμεν,
- οὐκ ἐπιλείψει τὸ πέος πρότερον πρὶν ἐκεῖσʼ οἷ φῂς ἀφικέσθαι;
- οὐχὶ μαχοῦνται· περὶ σοῦ θάρρει· μὴ δείσῃς· οὐχὶ μαχοῦνται.
- περὶ τοῦ;
- τοῦ μὴ ξυγκαταδαρθεῖν. καὶ σοὶ τοιοῦτον ὑπάρχει.
- τὸ μὲν ὑμέτερον γνώμην τινʼ ἔχει· προβεβούλευται γάρ, ὅπως ἂν
- μηδεμιᾶς ᾖ τρύπημα κενόν· τὸ δὲ τῶν ἀνδρῶν τί ποιήσει;
- φεύξονται γὰρ τοὺς αἰσχίους, ἐπὶ τοὺς δὲ καλοὺς βαδιοῦνται.
- ἀλλὰ φυλάξουσʼ οἱ φαυλότεροι τοὺς καλλίους ἀπιόντας
- ἀπὸ τοῦ δείπνου καὶ τηρήσουσʼ ἐπὶ τοῖσιν δημοσίοισιν·
- κοὐκ ἐξέσται παρὰ τοῖσι καλοῖς καὶ τοῖς μεγάλοις καταδαρθεῖν
- ταῖσι γυναιξὶ πρὶν ἂν τοῖς αἰσχροῖς καὶ τοῖς μικροῖς χαρίσωνται.
- ἡ Λυσικράτους ἄρα νυνὶ ῥὶς ἴσα τοῖσι καλοῖσι φρονήσει.
- νὴ τὸν Ἀπόλλω καὶ δημοτική γʼ ἡ γνώμη καὶ καταχήνη
- τῶν σεμνοτέρων ἔσται πολλὴ καὶ τῶν σφραγῖδας ἐχόντων,