Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- μηδαμῶς πρὸς τῶν θεῶν
- τουτὶ ποιήσῃς μηδʼ ἀφέλῃ μου τὸν βίον.
- ὦ δαιμόνιʼ ἀνδρῶν τὴν γυναῖκʼ ἔα λέγειν.
- μὴ λωποδυτῆσαι, μὴ φθονεῖν τοῖς πλησίον,
- μὴ γυμνὸν εἶναι μὴ πένητα μηδένα,
- μὴ λοιδορεῖσθαι, μὴ ʼνεχυραζόμενον φέρειν.
- νὴ τὸν Ποσειδῶ μεγάλα γʼ, εἰ μὴ ψεύσεται.
- ἀλλʼ ἀποφανῶ τοῦθʼ, ὥστε σέ τέ μοι μαρτυρεῖν
- καὶ τοῦτον αὐτὸν μηδὲν ἀντειπεῖν ἐμοι.
- νῦν δὴ δεῖ σε πυκνὴν φρένα καὶ φιλόσοφον ἐγείρειν
- φροντίδʼ ἐπισταμένην
- ταῖσι φίλαισιν ἀμύνειν.
- καινὴ γὰρ ἐπʼ εὐτυχίαισιν
- ἔρχεται γλώττης ἐπίνοια πολίτην
- δῆμον ἐπαγλαϊοῦσα
- μυρίαισιν ὠφελίαισι βίου· δηλοῦν δʼ ὅ τί περ δύνασαι καιρός.
- δεῖται γάρ τοι σοφοῦ τινος ἐξευρήματος ἡ πόλις ἡμῶν.
- ἀλλὰ πέραινε μόνον
- μήτε δεδραμένα μήτʼ εἰρημένα πω πρότερον·
- μισοῦσι γὰρ ἢν τὰ παλαιὰ πολλάκις θεῶνται.