Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- μὰ Δίʼ ἀλλʼ ἐφʼ ἣν ἐγᾠχόμην.
- ἀτὰρ γεγένηται;
- ναὶ μὰ Δίʼ. οὐκ ᾔδησθά με
- φράσαντά σοι χθές;
- ἄρτι γʼ ἀναμιμνῄσκομαι.
- οὐδʼ ἄρα τὰ δόξαντʼ οἶσθα;
- μὰ Δί ἐγὼ μὲν οὔ.
- κάθησο τοίνυν σηπίας μασωμένη.
- ὑμῖν δέ φασι παραδεδόσθαι τὴν πόλιν.
- τί δρᾶν; ὑφαίνειν;
- οὐ μὰ Δίʼ ἀλλʼ ἄρχειν.
- τίνων;
- ἁπαξαπάντων τῶν κατὰ πόλιν πραγμάτων.
- νὴ τὴν Ἀφροδίτην μακαρία γʼ ἄρ ἡ πόλις
- ἔσται τὸ λοιπόν.
- κατὰ τί;
- πολλῶν οὕνεκα.
- οὐ γὰρ ἔτι τοῖς τολμῶσιν αὐτὴν αἰσχρὰ δρᾶν
- ἔσται τὸ λοιπόν, οὐδαμοῦ δὲ μαρτυρεῖν,
- οὐ συκοφαντεῖν—