Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἀλλʼ οὐ μέλλειν, ἀλλʼ ἅπτεσθαι καὶ δὴ χρῆν ταῖς διανοίαις,
- ὡς τὸ ταχύνειν χαρίτων μετέχει πλεῖστον παρὰ τοῖσι θεαταῖς.
- καὶ μὴν ὅτι μὲν χρηστὰ διδάξω πιστεύω· τοὺς δὲ θεατάς,
- εἰ καινοτομεῖν ἐθελήσουσιν καὶ μὴ τοῖς ἠθάσι λίαν
- τοῖς τʼ ἀρχαίοις ἐνδιατρίβειν, τοῦτʼ ἔσθʼ ὃ μάλιστα δέδοικα.
- περὶ μὲν τοίνυν τοῦ καινοτομεῖν μὴ δείσῃς· τοῦτο γὰρ ἡμῖν
- δρᾶν ἀντʼ ἄλλης ἀρχῆς ἐστιν, τῶν δʼ ἀρχαίων ἀμελῆσαι.
- μή νυν πρότερον μηδεὶς ὑμῶν ἀντείπῃ μηδʼ ὑποκρούσῃ,
- πρὶν ἐπίστασθαι τὴν ἐπίνοιαν καὶ τοῦ φράζοντος ἀκοῦσαι.
- κοινωνεῖν γὰρ πάντας φήσω χρῆναι πάντων μετέχοντας
- κἀκ ταὐτοῦ ζῆν, καὶ μὴ τὸν μὲν πλουτεῖν, τὸν δʼ ἄθλιον εἶναι,
- μηδὲ γεωργεῖν τὸν μὲν πολλήν, τῷ δʼ εἶναι μηδὲ ταφῆναι,
- μηδʼ ἀνδραπόδοις τὸν μὲν χρῆσθαι πολλοῖς, τὸν δʼ οὐδʼ ἀκολούθῳ·
- ἀλλʼ ἕνα ποιῶ κοινὸν πᾶσιν βίοτον καὶ τοῦτον ὅμοιον.
- πῶς οὖν ἔσται κοινὸς ἅπασιν;
- κατέδει πέλεθον πρότερός μου.
- καὶ τῶν πελέθων κοινωνοῦμεν;
- μὰ Δίʼ ἀλλʼ ἔφθης μʼ ὑποκρούσας.
- τοῦτο γὰρ ἤμελλον ἐγὼ λέξειν· τὴν γῆν πρώτιστα ποιήσω
- κοινὴν πάντων καὶ τἀργύριον καὶ τἄλλʼ ὁπόσʼ ἐστὶν ἑκάστῳ.