Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. μὰ τὼ θεὼ
  2. ἀλλʼ ὥσπερ εἶχον ᾠχόμην· ἐδεῖτο δὲ
  3. ἥπερ μεθῆκέ μʼ ἐξιέναι πάσῃ τέχνῃ.
Βλέπυρος
  1. εἶτʼ οὐ τὸ σαυτῆς ἱμάτιον ἐχρῆν σʼ ἔχειν;
  2. ἀλλʼ ἔμʼ ἀποδύσασʼ ἐπιβαλοῦσα τοὔγκυκλον
  3. ᾤχου καταλιποῦσʼ ὡσπερεὶ προκείμενον,
  4. μόνον οὐ στεφανώσασʼ οὐδʼ ἐπιθεῖσα λήκυθον.
Πραξάγορα
  1. ψῦχος γὰρ ἦν, ἐγὼ δὲ λεπτὴ κἀσθενής·
  2. ἔπειθʼ ἵνʼ ἀλεαίνοιμι, τοῦτʼ ἠμπεσχόμην·
  3. σὲ δʼ ἐν ἀλέᾳ κατακείμενον καὶ στρώμασιν
  4. κατέλιπον ὦνερ.
Βλέπυρος
  1. αἱ δὲ δὴ Λακωνικαὶ
  2. ᾤχοντο μετὰ σοῦ κατὰ τί χἠ βακτηρία;
Πραξάγορα
  1. ἵνα θοἰμάτιον σώσαιμι, μεθυπεδησάμην
  2. μιμουμένη σε καὶ κτυποῦσα τοῖν ποδοῖν
  3. καὶ τοὺς λίθους παίουσα τῇ βακτηρίᾳ.
Βλέπυρος
  1. οἶσθʼ οὖν ἀπολωλεκυῖα πυρῶν ἑκτέα,
  2. ὃν χρῆν ἔμʼ ἐξ ἐκκλησίας εἰληφέναι;
Πραξάγορα
  1. μὴ φροντίσῃς· ἄρρεν γὰρ ἔτεκε παιδίον.
Βλέπυρος
  1. ἡκκλησία;