Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὅ τί μοι τοῦτʼ ἔστιν; ὡς εὐηθικῶς.
- οὔτοι παρὰ τοῦ μοιχοῦ γε φήσεις.
- οὐκ ἴσως
- ἑνός γε.
- καὶ μὴν βασανίσαι τουτί γέ σοι
- ἔξεστι.
- πῶς;
- εἰ τῆς κεφαλῆς ὄζω μύρου.
- τί δʼ; οὐχὶ βινεῖται γυνὴ κἄνευ μύρου;
- οὐ δῆτα τάλαν ἔγωγε.
- πῶς οὖν ὄρθριον
- ᾤχου σιωπῇ θοἰμάτιον λαβοῦσά μου;
- γυνή μέ τις νύκτωρ ἑταίρα καὶ φίλη
- μετεπέμψατʼ ὠδίνουσα.
- κᾆτʼ οὐκ ἦν ἐμοὶ
- φράσασαν ἰέναι;
- τῆς λεχοῦς δʼ οὐ φροντίσαι
- οὕτως ἐχούσης ὦνερ;
- εἰποῦσάν γέ μοι.
- ἀλλʼ ἔστιν ἐνταῦθά τι κακόν.