Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- χαὖται γὰρ ἥκουσιν πάλαι τὸ σχῆμα τοῦτʼ ἔχουσαι.
- ταυτὶ μὲν ἡμῖν ὦ γυναῖκες εὐτυχῶς
- τὰ πράγματʼ ἐκβέβηκεν ἁβουλεύσαμεν.
- ἀλλʼ ὡς τάχιστα πρίν τινʼ ἀνθρώπων ἰδεῖν,
- ῥιπτεῖτε χλαίνας, ἐμβὰς ἐκποδὼν ἴτω,
- χάλα συναπτοὺς ἡνίας Λακωνικάς,
- βακτηρίας ἄφεσθε. καὶ μέντοι σὺ μὲν
- ταύτας κατευτρέπιζʼ, ἐγὼ δὲ βούλομαι
- εἴσω παρερπύσασα πρὶν τὸν ἄνδρα με
- ἰδεῖν, καταθέσθαι θοἰμάτιον αὐτοῦ πάλιν
- ὅθενπερ ἔλαβον τἄλλα θʼ ἁξηνεγκάμην.
- κεῖται καὶ δὴ πάνθʼ ἅπερ εἶπας, σὸν δʼ ἔργον τἄλλα διδάσκειν,
- ὅ τί σοι δρῶσαι ξύμφορον ἡμεῖς δόξομεν ὀρθῶς ὑπακούειν.
- οὐδεμιᾷ γὰρ δεινοτέρᾳ σου ξυμμείξασʼ οἶδα γυναικί.
- περιμείνατέ νυν, ἵνα τῆς ἀρχῆς ἣν ἄρτι κεχιεροτόνημαι,
- ξυμβούλοισιν πάσαις ὑμῖν χρήσωμαι. καὶ γὰρ ἐκεῖ μοι
- ἐν τῷ θορύβῳ καὶ τοῖς δεινοῖς ἀνδρειόταται γεγένησθε.
- αὕτη πόθεν ἥκεις Πραξαγόρα;
- τί δʼ ὦ μέλε
- σοὶ τοῦθʼ;